Ne tekstin e Pseudoskylaksit, permendet disa here πόλις Ἑλληνίς· ne ato raste kur autori, dallon ndonje qytet helenik, ne mes te Epirit dhe Ilireve.
Pyetja eshte, nese epirotet do ishin greke te mirefillte(bile me te pastrit, sic thote propaganda greke sot), perse do te ishte nevoja, te cilesohej qyteti helenik?
ΙΛΛΥΡΙΟΙ. Μετὰ δὲ Λιβυρνούς εἰσιν Ἰλλυριοὶ
ἔθνος, καὶ παροικοῦσιν οἱ Ἰλλυριοὶ παρὰ θάλατταν
μέχρι Χαονίας τῆς κατὰ Κέρκυραν τὴν Ἀλκινόου νῆ-
σον. Καὶ πόλις ἐστὶν Ἑλληνὶς ἐνταῦθα, ᾗ ὄνομα
Ἡράκλεια, καὶ λιμήν. Εἰσὶ δὲ καὶ οἱ λωτοφάγοι
καλούμενοι βάρβαροι οἵδε· Ἱεραστάμναι, Βουλινοὶ
_Ὑλλινο_ί· Βουλινῶν ὁμοτέρμονες Ὕλλοι. Οὗτοι δέ
φασιν Ὕλλον τὸν Ἡρακλέους αὐτοὺς κατοικίσαι· εἰσὶ
δὲ βάρβαροι. Κατοικοῦσι δὲ χερρόνησον ὀλίγῳ ἐλάσσω
τῆς Πελοποννήσου. Ἀπὸ δὲ χερρονήσου παραστόνιον*
ὀρθόν· ταύτην παροικοῦσι Βουλινοί. Βουλινοὶ δ᾽ εἰσὶν
ἔθνος Ἰλλυρικόν. Παράπλους δ᾽ ἐστὶ τῆς Βουλινῶν
χώρας ἡμέρας μακρᾶς ἐπὶ Νέστον ποταμόν.
ΝΕΣΤΟΙ. Ἀπὸ δὲ Νέστου πλοῦς ἐστὶ κολπώδης.
Καλεῖται δὲ Μανιὸς ἅπας οὗτος ὁ κόλπος. Παράπλους
δέ ἐστιν ἡμέρας μιᾶς. Εἰσὶ δὲ ἐν τούτῳ τῷ κόλπῳ
νῆσοι, Προτερὰς, Κρατειαὶ, Ὀλύντα. Αὗται δὲ ἀπ᾽
ἀλλήλων ἀπέχουσι στάδια β, ἢ ὀλίγῳ πλέον, κατὰ
Φάρον καὶ Ἴσσαν. Ἐνταῦθα γάρ ἐστι νέος Φάρος,
νῆσος Ἑλληνὶς, καὶ Ἴσσα νῆσος, καὶ πόλεις Ἑλλη-
νίδες αὗται. Πρὶν ἐπὶ τὸν Νάρωνα ποταμὸν παρα-
πλεῦσαι πολλὴ χώρα ἀνήκει σφόδρα εἰς θάλασσαν.
Καὶ νῆσος τῆς παραλίας χώρας ἐγγὺς, ᾗ ὄνομα Μελίτη,
καὶ ἑτέρα νῆσος ἐγγὺς ταύτης, ᾗ ὄνομα Κέρκυρα ἡ μέ-
λαινα· καὶ ἐκτρέχει τῷ ἑνὶ τῶν ἀκρωτηρίων νῆσος αὕτη
τῆς παραλίας χώρας σφόδρα, τῷ δὲ ἑτέρῳ ἀκρωτηρίῳ
καθήκει ἐπὶ τὸν Νάρωνα ποταμόν. Ἀπὸ δὲ τῆς Με-
λίτης ἀπέχει στάδια κ, τῆς δὲ παραλίας χώρας ἀπέ-
χει στάδια η.
ΜΑΝΙΟΙ. Ἀπὸ δὲ Νέστων ἐστὶν ὁ Νάρων ποτα-
μός· ὁ δὲ εἴσπλους ὁ εἰς τὸν Νάρωνά ἐστιν οὐ στενός·
εἰσπλεῖ δὲ εἰς αὐτὸν καὶ τριήρης, καὶ πλοῖα εἰς τὸ ἄνω
ἐμπόριον, ἀπέχον ἀπὸ θαλάσσης στάδια π. Οὗτοι δέ
εἰσιν Ἰλλυριοὶ ἔθνος Μανιοί. Λίμνη δ᾽ ἐστὶ τὸ εἴσω
τοῦ ἐμπορίου μεγάλη, καὶ ἀνήκει ἡ λίμνη εἰς Αὐτα-
ριάτας, ἔθνος Ἰλλυρικόν. Καὶ νῆσος ἐν τῇ λίμνῃ
ἔνεστι σταδίων ρκ· ἡ δὲ νῆσος αὕτη ἐστὶν εὐγέωργος
σφόδρα. Ἀπὸ δὲ ταύτης τῆς λίμνης ὁ Νάρων ποταμὸς
ἀπορρεῖ. Καὶ ἀπὸ τοῦ Νάρωνος ἐπὶ τὸν Ἀρίωνα πο-
ταμὸν ἡμέρας ἐστὶ πλοῦς· ἀπὸ δὲ τοῦ Ἀρίωνος πο-
ταμοῦ ἐπὶ τὸν Ῥιζοῦντα ποταμὸν πλοῦς ἡμέρας
ἥμισυ· καὶ Κάδμου καὶ Ἁρμονίας οἱ λίθοι εἰσὶν ἐνταῦ-
θα, καὶ ἱερὸν οὐκ ἄπωθεν τοῦ Ῥιζοῦντος ποταμοῦ.
Ἀπὸ δὲ τοῦ Ῥιζοῦντος ποταμοῦ εἰς Βουθόην ὁ πλοῦς **
καὶ τὸ ἐμπόριον.
ΕΓΧΕΛΕΙΣ. Ἰλλυριῶν ἔθνος εἰσὶν οἱ Ἐγχελεῖς,
ἐχόμενοι τοῦ Ῥιζοῦντος. Ἐκ Βουθόης δὲ εἰς Ἐπί-
δαμνον, πόλιν Ἑλληνίδα, πλοῦς ἡμέρας καὶ νυκτὸς,
ὁδὸς δὲ τριῶν ἡμερῶν.
ΤΑΥΛΑΝΤΙΟΙ. Ταυλαντίων δέ ἐστι τὸ Ἰλλυρικὸν
ἔθνος, ἐν ᾧ ἡ Ἐπίδαμνός ἐστι, καὶ ποταμὸς παρὰ τὴν
πόλιν παραρρεῖ, ᾧ ὄνομα Πάλαμνος. Ἐκ δὲ Ἐπι-
δάμνου εἰς Ἀπολλωνίαν πόλιν Ἑλληνίδα ὁδὸς ἡμερῶν
δύο. Ἡ δὲ Ἀπολλωνία ἀπὸ τῆς θαλάττης ἀπέχει
στάδια ν, καὶ ποταμὸς Αἴας παραρρεῖ τὴν πόλιν.
Ἀπὸ δὲ Ἀπολλωνίας εἰς Ἀμαντίαν ἐστὶ στάδια τκ.
Καὶ ὁ Αἴας ποταμὸς ἀπὸ τοῦ Πίνδου ὄρους παρὰ τὴν
Ἀπολλωνίαν παραρρε*ῖ. Πρὸς δ᾽ Ἀμαντίας εἴσω
μᾶλλον εἰς τὸν Ἰόνιον Ὠρικός. Τῆς Ὠρικίας καθήκει
εἰς θάλατταν στάδια π, τῆς δὲ Ἀμαντίας στάδια ξ.
Ἅπασιν ὅμοροι ἐν μεσογείᾳ Ἀτιντᾶνες ὑπὲρ τῆς Ὠρι-
κίας καὶ Καρία*ς μέχρι Δωδωνίας. Ἐν τῇ Κέστρι-
δι χώρᾳ εἶναι λέγεται πεδίον, ὄνομα Ἐρύθεια. Ἐν-
ταῦθα ὁ Γηρυόνης λέγεται ἥκειν, καὶ τοὺς βοῦς βουκο-
λεῖν.* Κατὰ ταῦτά ἐστι τὰ Κεραύνια ὄρη ἐν τῇ
Ἠπείρῳ, καὶ νῆσος παρὰ ταῦτά ἐστι μικρὰ, ᾗ ὄνομα
Σάσων. Ἐντεῦθεν εἰς Ὠρικὸν πόλιν ἐστὶ παράπλους
ἡμέρας τρίτον μέρος.
_ΩΡΙΚΟΙ. Οἱ δὲ Ὠρικοὶ κατοικοῦσι τῆς Ἀμαν-
τίας χώρας._ Οἱ δὲ _Ἀμαντιεῖ_ς εἰσὶ μέχρι ἐνταῦθα
Ἰλλυριοὶ ἀπὸ Βουλινῶν. Τὸ δὲ στόμα τοῦ Ἰονίου
κόλπου ἐστὶν ἀπὸ Κεραυνίων ὀρῶν μέχρι ἄκρας Ἰαπυ-
γίας. Ἐπὶ δὲ Ὑδρόεντα πόλιν ἐν τῇ Ἰαπυγίᾳ ἀπὸ
τῶν Κεραυνίων στάδια τοῦ διάπλου ὡς φ, ὅ ἐστι τὸ
στόμα τοῦ κόλπου· τὰ δὲ ἐντὸς ὁ Ἰόνιος. Λιμένες εἰσὶ
πολλοὶ ἐν τῷ Ἀδρίᾳ· τὸ δὲ αὐτὸ Ἀδρίας ἐστὶ καὶ Ἰόνιος.
ΧΑΟΝΕΣ. Μετὰ δὲ Ἰλλυριοὺς Χάονες. Ἡ δὲ
Χαονία ἐστὶν εὐλίμενος· οἰκοῦσι δὲ κατὰ κώμας οἱ
Χάονες. Παράπλους δ᾽ ἐστὶ Χαονίας ἥμισυ ἡμέρας.
ΚΟΡΚΥΡΑ. Κατὰ δὲ Χαονίαν νῆσός ἐστι Κόρ-
κυρα, καὶ πόλις Ἑλληνὶς ἐν αὐτῇ, λιμένας ἔχουσα
τρεῖς κατὰ τὴν πόλιν· τούτων ὁ εἷς κλειστός. Ἐπι-
βάλλει δὲ Κόρκυρα καὶ ἐπὶ τὴν Θεσπρωτίαν πλεῖον ἢ
ἐπὶ τὴν Χαονίαν. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπει-
ρον, ὅθεν ἐξετραπόμην.
ΘΕΣΠΡΩΤΟΙ. Μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰ-
σιν ἔθνος. Οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας· ἔστι δὲ
καὶ αὕτη εὐλίμενος. Ἐνταῦθά ἐστι λιμὴν, ᾧ ὄνομα
Ἐλαία. Εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν
Ἀχέρων· καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς ὁ Ἀχέρων ῥεῖ
ποταμός. Παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ
ἡμέρας.
ΚΑΣΣΩΠΟΙ. Μετὰ δὲ Θεσπρωτίαν Κασσωπία
ἐστὶν ἔθνος. Οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας. Παρ-
οικοῦσι δὲ οὗτοι ἕως εἰς τὸν Ἀνακτορικὸν κόλπον. Πα-
ράπλους δ᾽ ἐστὶ τῆς Κασσωπῶν χώρας ἥμισυ ἡμέρας.
Μικρῷ δὲ ἐλάττων ὁ Ἀνακτορικὸς κόλπος ἐστὶν ἀπὸ
τοῦ στόματος ἕως εἰς τὸν μυχὸν σταδίων ρκ. Τὸ δὲ
στόμα εὖρος σταδίων δ.
ΜΟΛΟΤΤΙΑ. Μετὰ δὲ Κασσωπίαν Μολοττοί
εἰσιν ἔθνος. Οἰκοῦσι δὲ οὗτοι κατὰ κώμας· καθήκουσι
δὲ κατὰ μικρὸν ἐνταῦθα ἐπὶ τὴν θάλατταν, εἰς μεσο-
γείαν δὲ πολλῇ. Παράπλους δ᾽ ἐστὶ τῆς Μολοττίας
χώρας σταδίων μ·
ΑΜΒΡΑΚΙΑ. Μετὰ δὲ Μολοττίαν Ἀμβρακία πό-
λις Ἑλληνίς· ἀπέχει δὲ αὕτη ἀπὸ θαλάττης στάδια π.
Ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν κλειστός.
Ἐντεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πη-
νειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἥ
ἐστι παρὰ τὸν ποταμόν. Παράπλους δὲ τῆς Ἀμβρα-
κίας σταδίων ρκ.
Kurse fjalia me poshte:
Ἐντεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πη-
νειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἥ
ἐστι παρὰ τὸν ποταμόν.
pra :
Ketu Hellas fillon, per te qene i vazhdueshem, deri ne lumin Peneios dhe Homolion.............
Ku fillon Hellasi? Ne ΑΜΒΡΑΚΙΑ. Ku eshte Ambrakia?
